Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.4 Dem. 33.8 (English) >>Dem. 33.10

33.6προσιόντες δέ μοι ἐν τῷ ἐμπορίῳ οὗτος καὶ Παρμένων ἐμνήσθησαν περὶ ἀργυρίου. ἔτυχεν δὲ οὑτοσὶ ὀφείλων ἐπὶ τῇ νηὶ τῇ ἑαυτοῦ τετταράκοντα μνᾶς, καὶ οἱ χρῆσται κατήπειγον αὐτὸν ἀπαιτοῦντες καὶ ἐνεβάτευον εἰς τὴν ναῦν, εἰληφότες τῇ ὑπερημερίᾳ. ἀπορουμένῳ δʼ αὐτῷ μνᾶς μὲν δέκα Παρμένων ὡμολόγησεν δώσειν, τριάκοντα δὲ μνᾶς ἐδεῖτό μου οὗτος συνευπορῆσαι, αἰτιώμενος τοὺς χρήστας ἐπιθυμοῦντας τῆς νεὼς διαβεβληκέναι αὑτὸν ἐν τῷ ἐμπορίῳ, ἵνα κατάσχωσι τὴν ναῦν εἰς ἀπορίαν καταστήσαντες τοῦ ἀποδοῦναι τὰ χρήματα. 33.7ἐμοὶ μὲν οὖν οὐκ ἔτυχεν παρὸν ἀργύριον, χρώμενος δὲ Ἡρακλείδῃ τῷ τραπεζίτῃ ἔπεισα αὐτὸν δανεῖσαι τὰ χρήματα λαβόντα ἐμὲ ἐγγυητήν. ἤδη δὲ τῶν τριάκοντα μνῶν πεπορισμένων, ἔτυχεν προσκεκρουκώς τι τούτῳ Παρμένων· ὡμολογηκὼς δʼ εὐπορήσειν αὐτῷ δέκα μνᾶς, καὶ τούτων δεδωκὼς τὰς τρεῖς, διὰ τὸ προειμένον ἀργύριον ἠναγκάζετο καὶ τὸ λοιπὸν διδόναι. 33.8αὐτὸς μὲν οὖν διὰ τοῦτο οὐκ ἐβούλετο ποιήσασθαι τὸ συμβόλαιον, ἐμὲ δʼ ἐκέλευεν πρᾶξαι ὅπως αὐτῷ ὡς ἀσφαλέστατα ἕξει. λαβὼν δὲ ἐγὼ τὰς ἑπτὰ μνᾶς παρὰ τοῦ Παρμένοντος, καὶ τὰς τρεῖς ἃς προειλήφει οὗτος παρʼ ἐκείνου, ἀνθομολογησάμενος πρὸς τοῦτον, ὠνὴν ποιοῦμαι τῆς νεὼς καὶ τῶν παίδων, ἕως ἀποδοίη τάς τε δέκα μνᾶς ἃς διʼ ἐμοῦ ἔλαβεν, καὶ τὰς τριάκοντα ὧν κατέστησεν ἐμὲ ἐγγυητὴν τῷ τραπεζίτῃ. καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.4 Dem. 33.8 (English) >>Dem. 33.10

Powered by PhiloLogic